Epigram 9.237

URN
Created on
By
Updated on

Descriptions

Text

α. βουκόλε, πρὸς τῶ Πανός, ὁ φήγινος, εἰπέ, κολοσσὸς
οὗτος, ὅτῳ σπένδεις τὸ γλάγος, ἔστι τίνος;

β. τῶ λειοντοπάλα Τιρυνθίω. οὐ δὲ τὰ τόξα,
νήπιε, καὶ σκυτάλην ἀγριέλαιον ὁρῇς;

χαίροις Ἀλκείδα δαμαληφάγε, καὶ τάδε φρούρει
αὔλια, κἠξ ὀλίγων μυριόβοια τίθει.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references