Epigram 9.217

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23, p. 391

Text

αἱ χίμαροι, τί ποτ᾽ ἆρα τὰ μὲν θύμα καὶ τιθύμαλλα
λείπετε καὶ χλοερὴν αἰγίνομον βοτάνην,
γυρὰ δ᾽ ἐπ᾽ ἀλλήλαις σκιρτήματα γαῦρα τίθεσθε
ἀμφὶ τὸν ὑλιβάτην ἁλλόμεναι Νόμιον;

οὐκ ἀπὸ πυγμαχίης ἀποπαύσετε; μὴ ποτ᾽ ἀπεχθὴς
ἀντήσῃ κορύνη χειρὸς ἀπ᾽ αἰπολικῆς.

— Paton edition

Cities

Keywords

Comments

Alignment

External references