Epigram 9.192

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23, p. 387

Text

α. αἱ βίβλοι, τίνες ἐστέ; τί κεύθετε; β. θυγατέρες μὲν
Μαιονίδου, μύθων δ᾽ ἵστορες Ἰλιακῶν
ἁ μία μὲν μηνιθμὸν Ἀχιλλέος, ἔργα τε χειρὸς
Ἑκτορέας, δεκέτους τ᾽ ἆθλα λέγει πολέμου:

ἁ δ᾽ ἑτέρα μόχθον τὸν
Ὀδυσσέος, ἀμφί τε λέκτροις
χηρείοις ἀγαθᾶς δάκρυα Πηνελόπας.

α. Ἵλατε σὺν Μούσαισι: μεθ᾽ ὑμετέρας γὰρ ἀοιδὰς
εἶπεν ἔχειν αἰὼν ἕνδεκα Πιερίδας.

— Paton edition

Cities

Keywords

Comments

Alignment

External references