Epigram 9.184

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23, p. 386

Text

Πίνδαρε, Μουσάων ἱερὸν στόμα, καὶ λάλε Σειρήν,
Βακχυλίδη, Σαπφοῦς τ᾽ Αἰολίδες χάριτες,
γράμμα τ᾽ Ἀνακρείοντος, Ὁμηρικὸν ὃς τ᾽ ἀπὸ ῥεῦμα
ἔσπασας οἰκείοις, Στησίχορ᾽, ἐν καμάτοις,

ἥ τε Σιμωνίδεω γλυκερὴ σελίς, ἡδύ τε Πειθοῦς,
Ἴβυκε, καὶ παίδων ἄνθος ἀμησάμενε,
καὶ ξίφος Ἀλκαίοιο, τὸ πολλάκις αἷμα τυράννων
ἔσπεισεν, πάτρης θέσμια ῥυόμενον,
θηλυμελεῖς τ᾽ Ἀλκμᾶνος ἀηδόνες, ἵλατε, πάσης

ἀρχὴν οἳ λυρικῆς καὶ πέρας ἐστάσατε.

— Paton edition

Authors

Cities

Keywords

Comments

Alignment

External references