Epigram 9.165

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23, p. 383

Text

ὀργὴ τοῦ Διός ἐστι γυνή, πυρὸς ἀντιδοθεῖσα
δῶρον, ἀνιηρὸν τοῦ πυρὸς ἀντίδοτον.
ἄνδρα γὰρ ἐκκαίει ταῖς φροντίσιν ἠδὲ μαραίνει,
καὶ γῆρας προπετὲς τῇ νεότητι φέρει.

οὐδ᾽ ὁ Ζεὺς ἀμέριμνος ἔχει χρυσόθρονον Ἥρην
πολλάκι γοῦν αὐτὴν ῥῖψεν ἀπ᾽ ἀθανάτων,
ἠέρι καὶ νεφέλῃσι μετῄορον: οἶδεν Ὅμηρος,
καὶ Δία συγγράψας τῇ γαμετῇ χόλιον.
οὕτως οὐδέποτ᾽ ἐστὶ γυνὴ σύμφωνος ἀκοίτῃ,

οὐδὲ καὶ ἐν χρυσέῳ μιγνυμένη δαπέδῳ.

— Paton edition

Cities

Keywords

Comments

Alignment

External references