Epigram 9.135

URN
Created on
By
Updated on

Descriptions

Text

ἐλπὶς, καὶ σὺ Τύχη, μέγα χαίρετε: τὴν ὁδὸν εὗρον
οὐκέτι γὰρ σφετέροις ἐπιτέρπομαι. ἔρρετε ἄμφω,
οὕνεκεν ἐν μερόπεσσι πολυπλανέες μάλα, ἐστέ.
ὅσσα γὰρ ἀτρεκέως οὐκ ἔσσεται, ὔμμες ἐν ἡμῖν

φάσματα, ὡς ὕπνῳ, ἐμβάλλετε, οἷά τ᾽ ἐόντα.
ἔρρε κακὴ γλήνη, πολυώδυνε: ἔρρετε ἄμφω.

παίζοιτ᾽, εἴγε θέλοιτε, ὅσους ἐμεῦ ὕστερον ὄντας
εὕροιτ᾽ οὐ νοέοντας ὅπερ θέμις ἐστὶ νοῆσαι.
ἀτρεκέως μάλα πᾶσι πλάνη Τύχη ἐστὶ βροτοῖσιν

ἔστι γὰρ ἀδρανέη, τὸ δ᾽ ἐπιπλέον οὐδὲ πέλουσα.
γράψε τίς; οἶδε θεός: τίνος εἵνεκεν; οἶδε καὶ αὐτός.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references