Epigram 9.122

URN
Created on
By
Updated on

Descriptions

Text

Ἀτθὶ κόρα μελίθρεπτε, λάλος λάλον ἁρπάξασα
τέττιγα πτανοῖς δαῖτα φέρεις τέκεσιν,
τὸν λάλον ἁ λαλόεσσα, τὸν εὔπτερον ἁ πτερόεσσα,
τὸν ξένον ἁ ξείνα, τὸν θερινὸν θερινά;

κοὐχὶ τάχος ῥίψεις; οὐ γὰρ θέμις, οὐδὲ δίκαιον,
ὄλλυσθ᾽ ὑμνοπόλους ὑμνοπόλοις στόμασιν.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references