Epigram 9.109

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23, p. 374

Text

οὐκ οἶδ᾽ εἴτε σάκος λέξαιμί σε, τὴν ἐπὶ πολλοὺς
ἀντιπάλους πιστὴν σύμμαχον ὡπλισάμην,

εἴτε σε βαιὸν ἐμοὶ πόντου σκάφος, ἥ μ᾽ ἀπὸ νηὸς
ὀλλυμένης κόμισας νηκτὸν ἐπ᾽ ἠιόνας.

Ἄρεος ἐν πολέμοις ἔφυγον χόλον, ἔν τε θαλάσσῃ
Νηρῆος: σὺ δ᾽ ἄρ᾽ ἦς ὅπλον ἐν ἀμφοτέροις.

— Paton edition

Cities

Keywords

Comments

Alignment

External references