Epigram 6.296

URN
Created on
By
Updated on

Descriptions

Text

Ἀστεμφῆ ποδάγρην, καὶ δούνακας ἀνδικτῆρας,
καὶ λίνα, καὶ γυρὸν τοῦτο λαγωοβόλον,
ἰοδόκην, καὶ τοῦτον ἐπ᾽ ὄρτυγι τετρανθέντα
αὐλὸν, καὶ πλωτῶν εὐπλεκὲς ἀμφίβολον,

Ἑρμείῃ Σώσιππος, ἐπεὶ παρενήξατο τὸ πλεῦν
ἥβης, ἐκ γήρως δ᾽ ἀδρανίῃ δέδεται.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references