Epigram 6.247

URN
Created on
By
Updated on

Descriptions

Text

κερκίδας ὀρθρολάλοισι χελιδόσιν εἰκελοφώνους,
Παλλάδος ἱστοπόνου λειομίτους κάμακας,
καὶ κτένα κοσμοκόμην, καὶ δακτυλότριπτον ἄτρακτον
σφονδυλοδινήτῳ νήματι νηχόμενον,

καὶ τάλαρον σχοίνοις ὑφασμένον, ὃν ποτ᾽ ὀδόντι
ἐπλήρου τολύπη πᾶσα καθαιρομένη,
σοί, φιλέριθε κόρη Παλλαντιάς, ἡ βαθύγηρως
Αἰσιόνη, πενίης δῶρον, ἀνεκρέμασεν.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references