Epigram 5.278

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23 p. 133

Text

αὐτή μοι Κυθέρεια καὶ ἱμερόεντες Ἔρωτες
τήξουσιν κενεὴν ἐχθόμενοι κραδίην,
ἄρσενας εἰ σπεύσω φιλέειν ποτέ: μήτε τυχήσω,
μήτ᾽ ἐπολισθήσω μείζοσιν ἀμπλακίαις.

ἄρκια θηλυτέρων ἀλιτήματα: κεῖνα κομίσσω,
καλλείψω δὲ νέους ἄφρονι Πιτταλάκῳ.

— Paton edition

αὐτή μοι Κυθέρεια καὶ ἱμερόεντες Ἔρωτες
τήξουσιν κενεὴν ἐχθόμενοι κραδίην,
ἄρσενας εἰ σπεύσω φιλέειν ποτέ: μήτε τυχήσω,
μήτ᾽ ἐπολισθήσω μείζοσιν ἀμπλακίαις.

ἄρκια θηλυτέρων ἀλιτήματα: κεῖνα κομίσσω,
καλλείψω δὲ νέους ἄφρονι Πιτταλάκῳ.

— Paton edition

Cities

Keywords

Comments

Alignment

External references