Epigram 16.91

URN
Created on
By
Updated on

Descriptions

Text

δέρκεο μυριόμοχθε τεοὺς Ἥρακλες ἀγῶνας,
οὓς τλὰς ἀθανάτων οἶκον Ὄλυμπον ἔβης:
Γηρυόνην, κλυτὰ μῆλα, μέγαν πόνον Αὐγείαο,
πώλους, Ἱππολύτην, πουλυκάρηνον ὄφιν,

κάπρον, θωυκτῆρα Χάους κύνα, θῆρα Νεμείης,
οἰωνούς, ταῦρον, Μαιναλίην ἔλαφον.
νῦν δὲ κατ᾽ ἄκρα πόληος ἀπορθήτοιο βεβηκὼς
Περγαμίης, μεγάλους ῥύεο Τηλεφίδας.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references