Epigram 16.72

URN
Created on
By
Updated on

Descriptions

Text

ἄλλον ὑπὲρ νίκας ἐναρηφόρον ἔνδοθι Σούσων
ὁ θρασὺς ἀνστήσει Μῆδος ἄνακτι τύπον:

ἄλλον ἀκειρεκόμας Ἀβάρων στρατὸς ἔκτοθεν Ἴστρου,
κείρας ἐκ κεφαλῆς βόστρυχον αὐσταλέης:

τὸν δ᾽ ὑπὲρ εὐνομίας ἐριθηλέος ἐνθάδε τοῦτον
ἐξ ὑπάτου μίτρης στῆσεν ἄνασσα πόλις.
ἔμπεδος ἀλλὰ μένοις, Βυζαντιὰς ἔμμορε Ῥώμα,
θεῖον Ἰουστίνου κάρτος ἀμειψαμένα.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references