Epigram 16.40

URN
Created on
By
Updated on

Descriptions

Text

γείτονες οὐ Τρισσαὶ μοῦνον Τύχαι ἔπρεπον εἶναι,
Κρίσπε, βαθυπλούτου σῆς ἕνεκεν κραδίης,
ἀλλὰ καὶ αἱ πάντων πᾶσαι: τί γὰρ ἀνδρὶ τοσῷδε
ἀρκέσει εἰς ἑτάρων μυρίον εὐφροσύνην;

νῦν δέ σε καὶ τούτων κρέσσων ἐπὶ μείζον᾽ ἀέξοι
Καῖσαρ. τίς κείνου χωρὶς ἄρηρε τύχη;

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references