Epigram 16.378

URN
Created on
By
Updated on

Descriptions

Text

οὐράνιος Νίκαιαν ἔχει πέλας ὁπλοτέρην τε
Ῥώμην, τῆς μὲν ἐών, τῇ δ᾽ ἔνι κῦδος ἑλών.
νικᾷ δ᾽ ἀμφοτέρωθεν, ἐπεὶ περιδέξιος ἦεν
τῇ καὶ τῇ προθέειν ἠὲ παρεξελάαν.

τοὔνεκα καὶ χρυσέῳ μιν ἀνεγράψαντο μετάλλῳ,
κυδίστῳ κτεάνων κύδιμον ἡνίοχον.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references