Epigram 16.359

URN
Created on
By
Updated on

Descriptions

Text

σῆς τόδε διφρελάτειρα τὸ χάλκεον ἄνθετο Νίκα
εἴκηλον μορφᾶς, Καλλιόπα, ζαθέας,
πρέσβυς ὅτι σφριγόωντας ἐν ἱπποδάμῳ πλέον ἀλκᾷ
νίκησας, γεραροὺς δ᾽ ὢν νέος ἐν σοφίῃ.

ἔνθεν ἐλευθερόπαις Βενέτων σέο πήξατο δῆμος
δοιά, τὰ μὲν τέχνας ἆθλα, τὰ δὲ σθένεος.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references