Epigram 16.341

URN
Created on
By
Updated on

Descriptions

Text

αἱ πάντων ψῆφοί με καὶ εἰσέτι διφρεύοντα
ἔστησαν Νίκης ἐγγύθι Πορφύριον.
δῆμος μὲν γὰρ ἐμὸς γέρας ᾔτεεν: οἱ δ᾽ ἕτεροί με
δίζοντ᾽ αὖτις ἔχειν, νεῖκος ἀπειπάμενοι.

μήτι δ᾽ ἡνιόχων περιγίγνομαι, οἷσι καὶ ἵππους
κρείσσονας ἀντιπορὼν, δεῖξα χερειοτέρους.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references