Epigram 16.310

URN
Created on
By
Updated on

Descriptions

Text

αὐτή σοι πλάστειρα Φύσις παρέδωκε τυπῶσαι
τὴν Μυτιληναίαν, ζωγράφε, Πιερίδα.
πηγάζει τὸ διαυγὲς ἐν ὄμμασι τοῦτο δ᾽ ἐναργῶς
δηλοῖ φαντασίην ἔμπλεον εὐστοχίης.

αὐτομάτως δ᾽ ὁμαλή τε καὶ οὐ περίεργα † κολῶσα
σάρξ ὑποδεικνυμένην τὴν ἀφέλειαν ἔχει.
ἄμμιγα δ᾽ ἐξ ἱλαροῖο καὶ ἐκ νοεροῖο προσώπου
μοῦσαν ἀπαγγέλλει Κύπριδι μιγνυμένην.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references