Epigram 16.303

URN
Created on
By
Updated on

Descriptions

Text

τίς ποθ᾽ Ὁμηρείης μεγάλης ὀπός ἐστιν ἀπευθής;
τίς χθών, τίς δὲ θάλασσα μάχην οὐκ οἶδεν Ἀχαιῶν;
δῆμος ὁ Κιμμερίων, πανδερκέος ἄμμορος αἴγλης
ἠελίου, Τροίης ὄνομ᾽ ἔκλυεν, ἔκλυεν Ἄτλας

οὐρανὸν εὐρύστερνον ἔχων ἐπικείμενον ὤμοις.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references