Epigram 16.299

URN
Created on
By
Updated on

Descriptions

Text

α. Χῖος ἔφυς; β. οὔ φημι. α. τί δαί, Σμυρναῖος; β. ἀπαυδῶ.

α. Κύμη δ᾽ ἢ Κολοφὼν πατρίς, Ὅμηρε, σέθεν;

β. Οὑδετέρη. α. Σαλαμὶς δὲ τεὴ πόλις; β. †2οὐδ᾽ ἀπὸ ταύτης
ἐξέφυν. α. ἀλλ᾽ αὐτὸς λέξον ὅπῃ γέγονας.

β. οὐκ ἐρέω. α. τίνος ἦρα; β. Πέπεισμ᾽ ὅτι τἀτρεκὲς εἰπὼν
ἕξω τὰς ἄλλας ἄμμιν ἀπεχθομένας.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references