Epigram 16.296

URN
Created on
By
Updated on

Descriptions

Text

οἱ μέν σευ Κολοφῶνα τιθηνήτειραν, Ὅμηρε,
οἱ δὲ καλὰν Σμύρναν, οἱ δ᾽ ἐνέπουσι Χίον,
οἱ δ᾽ Ἴον, οἱ δ᾽ ἐβόασαν ἐΰκλαρον Σαλαμῖνα,
οἱ δέ νυ τῶν Λαπιθέων ματέρα Θεσσαλίην:

ἄλλοι δ᾽ ἄλλην μαῖαν ἀνίαχον. εἰ δέ με Φοίβου
χρὴ λέξαι πινυτὰς ἀμφαδὰ μαντοσύνας,
πάτρα σοι τελέθει μέγας οὐρανός, ἐκ δὲ τεκούσης
οὐ θνατᾶς, ματρὸς δ᾽ ἔπλεο Καλλιόπας,

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references