Text
οὐχὶ πέδον Σμύρνης ἐλοχεύσατο θεῖον Ὅμηρον,
οὐ Κολοφὼν τρυφερῆς ἄστρον Ἰηονίης,
οὐ Χίος, οὐκ Αἴγυπτος ἐύσπορος, οὐ Κύπρος ἁγνή,
οὐ νῆσος κραναὴ Λαρτιάδαο πάτρη,οὐκ Ἄργος Δαναοῖο, κυκλωπείη τε Μυκήνη,
— Paton edition
οὐδὲ τὸ Κεκροπιδῶν ἄστυ παλαιογόνων.
οὐ γὰρ ἔφυ χθονὸς ἔργον: ἀπ᾽ αἰθέρος ἀλλὰ ἑ Μοῦσαι
πέμψαν, ἵν᾽ ἡμερίοις δῶρα ποθητὰ φέροι.
Comments