Epigram 16.275

URN
Created on
By
Updated on

Descriptions

Text

α. τίς πόθεν ὁ πλάστης; β. Σικυώνιος. α. οὔνομα δὴ τίς;

β. Λύσιππος. α. σὺ δὲ τίς; β. καιρὸς ὁ πανδαμάτωρ.

α. τίπτε δ᾽ ἐπ᾽ ἄκρα βέβηκας; β. ἀεὶ τροχάω. α. τί δὲ ταρσοὺς
ποσσὶν ἔχεις διφυεῖς; β. Ἵπταμ᾽ ὑπηνέμιος.

α. χειρὶ δὲ δεξιτερῇ τί φέρεις ξυρόν; β. ἀνδράσι δεῖγμα,
ὡς ἀκμῆς πάσης ὀξύτερος τελέθω.

α. ἡ δὲ κόμη, τί κατ᾽ ὄψιν; β. Ὑπαντιάσαντι λαβέσθαι.

α. νὴ Δία, τἀξόπιθεν δ᾽ εἰς τί φαλακρὰ πέλει;

β. τὸν γὰρ ἅπαξ πτηνοῖσι παραθρέξαντά με ποσσὶν

οὔτις ἔθ᾽ ἱμείρων δράξεται ἐξόπιθεν.

α. τοὔνεχ᾽ ὁ τεχνίτης σε διέπλασεν; β. εἵνεκεν ὑμέων,
ξεῖνε: καὶ ἐν προθύροις θῆκε διδασκαλίην.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references