Epigram 16.26.a

URN
Created on
By
Updated on

Descriptions

Text

τοῦδ᾽ ἀρετὰ καὶ δόξα καθ᾽ Ἑλλάδα, πολλὰ μὲν ἀλλαῖς,
πολλὰ δὲ καὶ βουλαῖς ἔργα πονησαμένου
Ἀρκάδος αἰχμητᾶ Φιλοποίμενος, ᾧ μέγα κῦδος
ἕσπετ᾽ ἐνὶ πολέμῳ, δούρατος ἁγεμόνι:

μανύει δὲ τρόπαια τετυγμένα δισσὰ τυράννων
Σπάρτας: αὐξαμέναν δ᾽ ἄρατο δουλοσύναν.
ὧν ἕνεκεν Τεγέα μεγαλόφρονα Κραύγιδος υἱὸν
στᾶσεν, ἀμωμήτου κράντορ᾽ ἐλευθερίας.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references