Epigram 16.244

URN
Created on
By
Updated on

Descriptions

Text

αὐτομάτως, σατυρίσκε, δόναξ τεὸς ἦχον ἰάλλει;
ἢ τί παρακλίνας οὖας ἄγεις καλάμῳ;

ὃς δὲ γελῶν σίγησεν: ἴσως δ᾽ ἂν φθέγξατο μῦθον,
ἀλλ᾽ ὑπὸ τερπωλῆς εἴχετο ληθεδόνι.

οὐ γὰρ κηρὸς ἔρυκεν: ἑκὼν δ᾽ ἠσπάζετο σιγήν,
θυμὸν ὅλον τρέψας πηκτίδος ἀσχολίῃ.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references