Epigram 16.240

URN
Created on
By
Updated on

Descriptions

Text

α. ὡραίας γ᾽ ἐσορῶ τὰς ἰσχάδας: εἴ γε λαβεῖν μοι
συγχωρεῖς ὀλίγας. β. θίγγανε μηδεμιᾶς.

α. ὀργίλος ὡς ὁ Πρίηπος. β. † ἐρεῖς ἔτι καὶ κενὸς ἥξεις.

α. ναὶ λίτομαι. β. δός μοι: καὶ γὰρ ἐγὼ δέομαι.

α. χρῄζεις γάρ, λέγε μοι, παρ᾽ ἐμοῦ τινος; β. ἔστι νόμος που:
δὸς λάβε. α. καὶ θεὸς ὢν ἀργυρίου σὺ

β. ἄλλο τι χρῆμα φιλῶ. α. ποῖον τόδε; β. τἀμὰ κατέσθων
σῦκα, δὸς εὐθύμως ἰσχάδα τὴν ὀπίσω.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references