Epigram 16.235

URN
Created on
By
Updated on

Descriptions

Text

ἀγροτέρων θεός εἰμι: τί μοι χρυσέοις δεπάεσσι
σπένδετε, τοῦ δ᾽ Ἰταλοῦ χεῖτε μέθυ Βρομίου,
καὶ γυροὺς ταύρων πέτρῃ προσδεῖτε τένοντας;
φείσασθ᾽: οὐ τούτοις θύμασι τερπόμεθα.

Πὰν ὁ παρωρείτης, αὐτόξυλος, ἀρνεοθοίνης
εἰμί, καὶ ἐγχθονίου γλευκοπότης κύλικος.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references