Epigram 16.226

URN
Created on
By
Updated on

Descriptions

Text

ἔμπνει Πὰν λαροῖσιν ὀρειβάτα χείλεσι μοῦσαν,
ἔμπνει, ποιμενίῳ τερπόμενος δόνακι,
εὐκελάδῳ σύριγγι χέων μέλος, ἐκ δὲ συνῳδοῦ
κλάζε κατιθύνων ῥήματος ἁρμονίην

ἀμφὶ δὲ σοὶ ῥυθμοῖο κατὰ κρότον ἔνθεον ἴχνος
ῥησσέσθω Νύμφαις ταῖσδε μεθυδριάσιν.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references