Epigram 16.185

URN
Created on
By
Updated on

Descriptions

Text

ἀμφότεροι Θήβηθε, καὶ ἀμφότεροι πολεμισταί,
κἠκ Ζηνός: θύρσῳ δεινός, ὁ δὲ ῥοπάλῳ.
ἀμφοῖν δὲ στῆλαι συντέρμονες: εἴκελα δ᾽ ὅπλα,
νεβρὶς λειοντῇ, κύμβαλα δὲ πλαταγῇ.

Ἥρη δ᾽ ἀμφοτέροις χαλεπὴ θεός. οἱ δ᾽ ἀπὸ γαίης
ἦλθον ἐς ἀθανάτους ἐκ πυρὸς ἀμφότεροι.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references