Epigram 16.173

URN
Created on
By
Updated on

Descriptions

Text

αἰεὶ μὲν Κυθέρεια φέρειν δεδάηκε φαρέτρην,
τόξα τε καὶ δολιχῆς ἔργον ἑκηβολίης:
αἰδομένη δ᾽ ἄρα θεσμὰ μενεπτολέμοιο Λυκούργου
φίλτρα φέρει Σπάρτῃ τεύχεσιν ἀγχεμάχοις.

ὑμεῖς δ᾽ ἐν θαλάμοισι, Λακωνίδες, ὅπλα Κυθήρης
ἁζόμεναι, παῖδας τίκτετε θαρσαλέους.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references