Epigram 16.118

URN
Created on
By
Updated on

Descriptions

Text

Μηδοφόνους μὲν χεῖρας ὑπὲρ γαμψοῖο κορύμβου
ναὸς ἀπορνυμένης ἐξέταμον κοπίδες,
ἁνίκα που, Κυνέγειρε, φυγάς ποτε φορτὶς ἐκείνα
ὥσπερ ἀπ᾽ εὐναίας εἴχετο σᾶς παλάμας.

ἀλλὰ καὶ ὣς ἀπρὶξ δόρυ νήιον ἀμφιδακοῦσαι,
ἄπνοον ὡμάρτευν τάρβος Ἀχαιμενίοις:
καὶ τὰς μέν τις ἀνὴρ ἕλε βάρβαρος: ἁ δέ γε χειρῶν
νίκα Μοψοπίοις μίμνε παρ᾽ ἐνναέταις.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references