Epigram 16.105

URN
Created on
By
Updated on

Descriptions

Text

θαῦμα τέχνης ταύρου τε καὶ ἀνέρος, ὧν ὁ μὲν ἀλκᾷ
θῆρα βίῃ βρίθει, γυῖα τιταινόμενος
ἶνας δ᾽ αὐχενίους γνάμπτων, παλάμῃσιν ἔμαρψεν,
λαιῇ μυκτῆρας, δεξιτερῇ δὲ κέρας,

ἀστραγάλους δ᾽ ἐλέλιξε: καὶ αὐχένα θήρ ὑπὸ χερσὶν
δαμνάμενος κρατεραῖς ὤκλασεν εἰς ὀπίσω.
ἔστι δ᾽ ὀΐσσασθαι τέχνης ὕπο τῷδ᾽ ἐνὶ χαλκῷ
θῆρα μὲν ἐμπνείειν, ἄνδρα δ᾽ ἱδρῶτι ῥέειν.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references