Epigram 15.7

URN
Created on
By
Updated on

Descriptions

Text

ἁ πάτρα Νίκαια, πατήρ δέ μοι ὀργιοφάντας
οὐρανοῦ, αὐτάρ ἐγὼ κλαρονόμος τελετᾶς:
οὗτος ὁ καὶ σεισθεῖσαν ἐμὰν πόλιν ἐξ ἀίδαο
ῥυσάμενος δώροις Αὐσονίοιο Διός:

θνᾴσκω δ᾽ Ἀσκανίας μὲν ἀπόπροθεν, ἠδ᾽ ἐπὶ γαίας
Ἀτθίδος ἀρχεγόνου πυρκαϊᾶς ἐπέβαν.
μνᾶμα δέ μοι περίσαμον ὁμώνυμος εὕρατο πάππῳ
παῖς ἐμός: ἁ δ᾽ ἀρετὰ λεύσσει ἐς ἀμφοτέρους.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references