Epigram 15.51

URN
Created on
By
Updated on

Descriptions

Text

χάλκεος, ἀλλ᾽ ἄθρησον ὅσον θράσος ἄνυσε κάπρου
ὁ πλάστας, ἔμπνουν θῆρα τυπωσάμενος,
χαίτας αὐχενίους πεφρικότα, θηκτὸν ὀδόντα
βρύχοντα, γλήναις φρικτὸν ἱέντα σέλας,

ἀφρῷ χείλεα πάντα δεδευμένον: οὐκέτι θάμβος,
εἰ λογάδα στρατιὴν ὤλεσεν ἡμιθέων.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references