Epigram 15.21

URN
Created on
By
Updated on

Descriptions

Text

οὐδενὸς εὐνάτειρα, Μακροπτολέμοιο δὲ μάτηρ,
μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα,
οὐχὶ Κεράσταν, ὅν ποτ᾽ ἐθρέψατο ταυροπάτωρ,
ἀλλ᾽ οὗ πιλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους,

οὔνομ᾽ ὅλον, δίζων, ὃς τᾶς Μέροπος πόθον
κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος:
ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰσαυδέα
ἕλκος, ἄγαλμα πόθοιο
πυρισμαράγω: ὃς σβέσεν ἀνορέαν ἰσαυδέα

παπποφίνου Τυρίαν τ᾽ ,
ᾧ τόδε τυφλοφόρων ἐρατὸν
πᾶμα Πάρις θέτο Σιμιχίδας.
ψυχάν, ᾇ βοτοβάμων,
στήτας οἶστρε Σαέττας,

κλωποπάτωρ, ἀπάτωρ,
λαρνακόγυιε, χαρεὶς
ἁδὺ μελίσδοις
ἔλλοπι κούρᾳ,
Καλλιόπᾳ,

νηλεύστῳ.

— Paton edition

οὐδενὸς εὐνάτειρα, Μακροπτολέμοιο δὲ μάτηρ,
μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα,
οὐχὶ Κεράσταν, ὅν ποτ᾽ ἐθρέψατο ταυροπάτωρ,
ἀλλ᾽ οὗ πιλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους,

οὔνομ᾽ ὅλον, δίζων, ὃς τᾶς Μέροπος πόθον
κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος:
ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰσαυδέα
ἕλκος, ἄγαλμα πόθοιο
πυρισμαράγω: ὃς σβέσεν ἀνορέαν ἰσαυδέα

παπποφίνου Τυρίαν τ᾽ ,
ᾧ τόδε τυφλοφόρων ἐρατὸν
πᾶμα Πάρις θέτο Σιμιχίδας.
ψυχάν, ᾇ βοτοβάμων,
στήτας οἶστρε Σαέττας,

κλωποπάτωρ, ἀπάτωρ,
λαρνακόγυιε, χαρεὶς
ἁδὺ μελίσδοις
ἔλλοπι κούρᾳ,
Καλλιόπᾳ,

νηλεύστῳ.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references