Epigram 15.19

URN
Created on
By
Updated on

Descriptions

Text

Ἀσκληπιάδης ἰατρὸς ἥρπασεν κόρην.
μετὰ τὴν φθορὰν δὲ τοῦ γάμου τῆς ἁρπαγῆς
ἐκάλεσε πλῆθος εἰς τὸν αὐθέντην γάμον
ἀνδρῶν χορευτῶν καὶ γυναικῶν ἀθλίων:

τῆς οἰκίας δὲ συμπεσούσης ἑσπέρας,
πάντες κατηνέχθησαν εἰς ᾄδου δόμους,
νεκροὶ δ᾽ ἔκειντο περὶ νεκροῖς πεπτωκότες:
νυμφὼν δ᾽ ὁ σεμνὸς, ἐκ ῥόδων πεπλεγμένος,
ἐκ τῶν φόνων ἔσταξεν αἷμα φοίνιον.

— Paton edition

Ἀσκληπιάδης ἰατρὸς ἥρπασεν κόρην.
μετὰ τὴν φθορὰν δὲ τοῦ γάμου τῆς ἁρπαγῆς
ἐκάλεσε πλῆθος εἰς τὸν αὐθέντην γάμον
ἀνδρῶν χορευτῶν καὶ γυναικῶν ἀθλίων:

τῆς οἰκίας δὲ συμπεσούσης ἑσπέρας,
πάντες κατηνέχθησαν εἰς ᾄδου δόμους,
νεκροὶ δ᾽ ἔκειντο περὶ νεκροῖς πεπτωκότες:
νυμφὼν δ᾽ ὁ σεμνὸς, ἐκ ῥόδων πεπλεγμένος,
ἐκ τῶν φόνων ἔσταξεν αἷμα φοίνιον.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references