Epigram 14.66

URN
Created on
By
Updated on

Descriptions

Text

ὄλβιε καὶ δύσδαιμον ῾ ἔφυς γὰρ ἐπ᾽ ἀμφοτέροισἰ,
πατρίδα δίζηαι: μητρὸς δέ τοι, οὐ πατρός ἐστι
μητρόπολις ἐν νήσῳ ἀπὸ Κρήτης εὐρείης
Μίνωος γαίης οὔτε σχεδόν, οὔτ᾽ ἀποτηλοῦ

ἐν τῇ μοῖρ᾽ ἐστίν σε τελευτῆσαι βιότοιο,
εὖτ᾽ ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῷς ἐσακούσας
δυσξύνετον σκολιοῖσι λόγοις εἰρημένον ὕμνον
δοιὰς γὰρ ζωῆς μοίρας λάχες: ἣν μὲν ἀμαυρὰν
ἠελίων δισσῶν, τὴν δ᾽ ἀθανάτοις ἰσόμοιρον,

ζῶντί τε καὶ φθιμένῳ: φθίμενος δ᾽ ἔτι πολλὸν ἀγήρως.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references