Epigram 14.63

URN
Created on
By
Updated on

Descriptions

Text

ἕρπουσα, πετωμένα, βεβῶσα κούρα,
νόθον ἴχνος ἀραμένα δρομαία λέαινα,
πτερόεσσα μὲν ἦν τὰ πρόσω γυνά,
τὰ δὲ μέσσα βρέμουσα λέαινα θήρ.

τὰ δ᾽ ὄπισθεν ἑλισσόμενος δράκων.
οὔθ᾽ ὁλκὸς ἀπέτρεχεν, οὐ γυνά,
οὔτ᾽ ὄρνις ὅλον δέμας, οὔτε θήρ:
κόρη γὰρ ἐφαίνετ᾽ ἄνευ ποδῶν,
κεφαλὰν δ᾽ οὐκ ἔσχε βρέμουσα θήρ.

φύσιν εἶχεν ἄτακτα κεκραμέναν,
ἀτέλεστα τέλεια μεμιγμέναν.

— Paton edition

ἕρπουσα, πετωμένα, βεβῶσα κούρα,
νόθον ἴχνος ἀραμένα δρομαία λέαινα,
πτερόεσσα μὲν ἦν τὰ πρόσω γυνά,
τὰ δὲ μέσσα βρέμουσα λέαινα θήρ.

τὰ δ᾽ ὄπισθεν ἑλισσόμενος δράκων.
οὔθ᾽ ὁλκὸς ἀπέτρεχεν, οὐ γυνά,
οὔτ᾽ ὄρνις ὅλον δέμας, οὔτε θήρ:
κόρη γὰρ ἐφαίνετ᾽ ἄνευ ποδῶν,
κεφαλὰν δ᾽ οὐκ ἔσχε βρέμουσα θήρ.

φύσιν εἶχεν ἄτακτα κεκραμέναν,
ἀτέλεστα τέλεια μεμιγμέναν.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references