Epigram 14.49

URN
Created on
By
Updated on

Descriptions

Text

τεῦξόν μοι στέφανον, χρυσὸν χαλκόν τε κεράσσας,
κασσίτερὸν θ᾽ ἅμα τοῖσι, πολύκμητόν τε σίδηρον,
μνῶν ἑξήκοντα: χρυσὸς δ᾽ ἐχέτω μετὰ χαλκοῦ
δοιὰ μέρη τρισσῶν χρυσὸς δ᾽ ἅμα κασσίτερός τε

τρισσὰ μέρη τετόρων χρυσὸς δ᾽ αὖτ᾽ ἠδὲ σίδηρος
τόσσα μέρη τῶν πέντε. πόσον δ᾽ ἄρα δεῖ σε κεράσσαι
λέξον τοῦ χρυσοῦ, χαλκοῦ πόσον, ἀλλ᾽ ἔτι λέξον
κασσιτέροιο πόσον, λοιποῦ πόσον εἰπὲ σιδήρου,
ὥστε σε τὸν στέφανον τεῦξαι μνῶν ἑξήκοντα.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references