Text
εἶπε κυβερνητῆρι, πλατὺν πόρον Ἀδριακοῖο
τέμνων νηί, ἁλὸς πόσα λείπεται εἰσέτι μέτρα;
τὸν δ᾽ ἀπαμείβετο:
Ναῦτα, μέσον Κριοῖο μετώπουΚρηταίου, Σικελῆς τε Πελωρίδος ἑξάκι μέτρα
χίλια, δοιῶν δ᾽ αὖτε παροιχομένοιο δρόμοιοπέμπτων διπλάσιον Σικελὴν ἐπὶ πορθμίδα λείπει.
— Paton edition
Comments