Text
οὗτός τοι Διόφαντον ἔχει τάφος: ἆ μέγα θαῦμα:
καὶ τάφος ἐκ τέχνης μέτρα βίοιο λέγει.
ἕκτην κουρίζειν βιότου θεὸς ὤπασε μοίρην
δωδεκάτην δ᾽ ἐπιθείς, μῆλα πόρεν χνοάειν:τᾖ δ᾽ ἄρ᾽ ἐφ᾽ ἑβδομάτῃ τὸ γαμήλιον ἥψατο φέγγος,
ἐκ δὲ γάμων πέμπτῳ παῖδ᾽ ἐπένευσεν ἔτει.αἰαῖ, τηλύγετον δειλὸν τέκος, ἥμισυ πατρὸς
† τοῦδε καὶ ἡ κρυερὸς μέτρον ἑλὼν βιότου.
πένθος δ᾽ αὖ πισύρεσσι παρηγορέων ἐνιαντοῖςτῇδε πόσου σοφίᾐ τέρμ᾽ ἐπέρησε βίου.
— Paton edition
Comments