Epigram 14.124

URN
Created on
By
Updated on

Descriptions

Text

ἠέλιος, μήνη τε καὶ ἀμφίθέοντος ἀλῆται
ξωοφόρου τοίην τοι ἐπεκλώσαντο γενέθλην
ἕκτην μὲν βιότοιο φίλῃ παρὰ μητέρι μεῖναι
ὀρφανὸν ὀγδοάτην δὲ μετ᾽ ἀντιβίοισιν ἀνάγκῃ

θητεύειν, νόστον τε γυναῖκά τε παῖδά τ᾽ ἐπ᾽ αὐτῇ
τηλύγετον δώσουσι θεοὶ τριτάτῃ ἐπὶ μοίρῃ:
δὴ τότε σοι Σκυθικοῖσιν ὑπ᾽ ἔγχεσι παῖς τε δάμαρ τε
ὄλλυνται. σὺ δὲ τοῖσιν ἐπ᾽ ἄλγεσι δάκρυα χεύσας,
ἑπτὰ καὶ εἴκος1᾽ ἔτεσσι βίου ποτὶ τέρμα περήσεις.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 14.124: Association of Metrodorus by “marviro

Epigram 14.124: First revision

See all modifications →