Text
ἠέλιος, μήνη τε καὶ ἀμφίθέοντος ἀλῆται
ξωοφόρου τοίην τοι ἐπεκλώσαντο γενέθλην
ἕκτην μὲν βιότοιο φίλῃ παρὰ μητέρι μεῖναι
ὀρφανὸν ὀγδοάτην δὲ μετ᾽ ἀντιβίοισιν ἀνάγκῃθητεύειν, νόστον τε γυναῖκά τε παῖδά τ᾽ ἐπ᾽ αὐτῇ
— Paton edition
τηλύγετον δώσουσι θεοὶ τριτάτῃ ἐπὶ μοίρῃ:
δὴ τότε σοι Σκυθικοῖσιν ὑπ᾽ ἔγχεσι παῖς τε δάμαρ τε
ὄλλυνται. σὺ δὲ τοῖσιν ἐπ᾽ ἄλγεσι δάκρυα χεύσας,
ἑπτὰ καὶ εἴκος1᾽ ἔτεσσι βίου ποτὶ τέρμα περήσεις.
Comments