Text
ἑπτάλοφον ποτὶ ἄστυ Γαδειρόθεν, ἕκτον ὁδοῖο
Βαίτιος εὐμύκους ἄχρις ἐς ἠιόνας:
κεῖθεν δ᾽ αὖ πέμπτον Πυλάδου μετὰ Φώκιον οὖδας,
Ταύρη χθὼν, βοέης οὔνομ᾽ ἀπ᾽ εὐετίης:Πυρήνην δέ τοι ἔνθεν ἐπ᾽ ὀρθόκραιρον ἰόντι
ὄγδοον, ἠδὲ μιῆς δωδέκατον δεκάτης.
Πυρήνης δὲ μεσηγὺ καὶ Ἄλπιος ὑψικαρήνου
τέτρατον: Αὐσονίης αἶψα δυωδέκατον
ἀρχομένης ἤλεκτρα φαείνεται Ἠριδανοῖο.ὦ μάκαρ, ὃς δισσὰς ἤνυσα χιλιάδας,
— Paton edition
πρὸς δ᾽ ἔτι πέντ᾽ ἐπὶ ταῖς ἑκατοντάδας ἔνθεν ἐλαύνων
ἡ γὰρ Ταρπείη μέμβλετ᾽ ἀνακτορίη.
Comments