Text
Ἀντομέναις ποτὲ μῆλα φίλαις διεμοιρήσαντο
Ἰνὼ καὶ Σεμέλη δώδεκα παρθενικαῖς.
καὶ ταῖς μὲν Σεμέλη πόρεν ἄρτια: ταῖς δὲ περισσὰ
δῶκε κασιγνήτη: μῆλα δ᾽ ἔχεν πλέονα.ἡ μὲν γὰρ τρισσῇσι τρί᾽ ἕβδομα δῶκεν ἑταίραις,
ταῖς δὲ δύο πάντων πέμπτον ἔδωκε λάχος:
ἕνδεκα δ᾽ Ἀστυνόμη μιν ἀφείλατο, καὶ οἱ ἔλειπεν
μοῦνα κασιγνήταις μῆλα δύω φερέμεν.
ἡ δ᾽ ἑτέρη πισύρεσσι πόρεν δύο τέτρατα μήλων,πέμπτῃ δ᾽ ἑκταίην μοῖραν ἔδωκεν ἔχειν:
— Paton edition
τέσσαρα δ᾽ Εὐρυχόρῃ δῶρον πόρε: τέτρασι δ᾽ ἄλλοις
μήλοισιν Σεμέλη μίμνεν ἀγαλλομένη.
Comments