Epigram 13.29

URN
Created on
By
Updated on

Descriptions

Text

οἶνός τοι χαρίεντι πέλει ταχὺς ἵππος ἀοιδῷ:
ὕδωρ δὲ πίνων οὐδὲν ἂν τέκοις σοφόν.
τοῦτ᾽ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ
Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου.

τοιγὰρ ὑπὸ στεφάνοις μέγας ἔβρυεν, εἶχε δὲ κισσῷ
μέτωπον ὥσπερ καὶ σὺ κεκροκωμένον.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references