Epigram 13.27

URN
Created on
By
Updated on

Descriptions

Text

Φῶκος ἐπὶ ξείνῃ μὲν ἀπέφθιτο: κῦμα γὰρ μέλαινα
νεῦς οὐχ ὑπεξήνεικεν, οὐδ᾽ % ἐδέξατο,
ἀλλὰ κατ᾽ Αἰγαίοιο πολὺν βυθὸν ^ ᾤχετο πόντου,
βίῃ Νότου πρήσαντος ἐσχάτην ἅλα.

τύμβου δ᾽ ἐν πατέρων κενεοῦ λάχεν ὃν πέρι Προμηθὶς
μήτηρ, λυγρῇ ὄρνιθι πότμον εἰκέλη,
αἰαῖ κωκύει τὸν ἑὸν γόνον ἤματα πάντα,
λέγουσα τὸν πρόωρον ὡς ἀπέφθιτο.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references