Epigram 12.145

URN
Created on
By
Updated on

Descriptions

Text

παύετε, παιδοφίλαι, κενεὸν πόνον: ἴσχετε μόχθων,
δύσφρονες: ἀπρήκτοις ἐλπίσι μαινόμεθα.
ἶσον ἐπὶ ψαφαρὴν ἀντλεῖν ἅλα, κἀπὸ Λιβύσσης
ψάμμου ἀριθμητὴν ἀρτιάσαι ψεκάδα,

ἶσον καὶ παίδων στέργειν πόθον, οἷς τὸ κεναυχὲς
κάλλος ἐνὶ χθονίοις ἡδὺ τ᾽ ἐν ἀθανάτοις.
δέρκεσθ᾽ εἰς ἐμὲ πάντες: ὁ γὰρ πάρος εἰς κενὸν ἡμῶν
μόχθος ἐπὶ ξηροῖς ἐκκέχυτ᾽ αἰγιαλοῖς.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references