Epigram 10.90

URN
Created on
By
Updated on

Descriptions

Text

ὦ τῆς μεγίστης τοῦ φθόνου πονηρίας:
τὸν εὐτυχῆ μισεῖ τις, ὃν θεὸς φιλεῖ.
οὕτως ἀνόητοι τῷ φθόνῳ πλανώμεθα,
οὕτως ἑτοίμως μωρίᾳ δουλεύομεν.

Ἕλληνές ἐσμεν ἄνδρες ἐσποδωμένοι,
νεκρῶν ἔχοντες ἐλπίδας τεθαμμένας:
ἀνεστράφη γὰρ πάντα νῦν τὰ πράγματα.

— Paton edition

ὦ τῆς μεγίστης τοῦ φθόνου πονηρίας:
τὸν εὐτυχῆ μισεῖ τις, ὃν θεὸς φιλεῖ.
οὕτως ἀνόητοι τῷ φθόνῳ πλανώμεθα,
οὕτως ἑτοίμως μωρίᾳ δουλεύομεν.

Ἕλληνές ἐσμεν ἄνδρες ἐσποδωμένοι,
νεκρῶν ἔχοντες ἐλπίδας τεθαμμένας:
ἀνεστράφη γὰρ πάντα νῦν τὰ πράγματα.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references