Epigram 10.121

URN
Created on
By
Updated on

Descriptions

Text

οὐχ οὕτω βλάπτει μισεῖν ὁ λέγων ἀναφανδόν,
ὥσπερ ὁ τὴν καθαρὰν ψευδόμενος φιλίαν.
τὸν μὲν γὰρ μισοῦντα προειδότες ἐκτρεπόμεσθα,
τὸν δὲ λέγοντα φιλεῖν οὐ προφυλασσόμεθα.

ἐχθρὸν ἐγὼ κρίνω κεῖνον βαρύν, ὅς ποτε λάθρῃ
τὴν ἀπὸ τῆς φιλίας πίστιν ἔχων ἀδικεῖ.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references